Ancient Greek
364.5
Basilius Theol., Regulae Morales 364.5
Unproofread scanNot analysed yet
#Κεφάλ. α'. ΜΑΤΘΑΙΟΣ. Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ C ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεσητεύσαμεν ; καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλωμεν ; καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλάς ἐποιήσαμεν ; Καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι Οὐδέποτε ἔγνω ὑμᾶς. Ἀποχωρεῖτε ἀπ' ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, καὶ τὰ ἔξης. ΛΟΥΚΑΣ. Τί δὲ με καλεῖτε, Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε ὁ λέγω ; καὶ τὰ ἔξης. ΠΡΟΣ ΤΙΤ. Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται· βδελυκτοὶ ὄντες, καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.