Ancient Greek
366.4
Basilius Theol., Regulae Morales 366.4
Unproofread scanNot analysed yet
Κεφάλ. Α ΜΑΘΘΑΙΟΣ. Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην. Ὁ δὲ Ἰησοῦς εἶπεν· Ἀκὴ καὶ ὑμεῖς ἀνὴντες ἐστε; Οὕτω νοεῖτε, ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρὸν ἐκβάλλεται; τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος, ἐκ τῆς καρδίας ἐξέρχεται, καὶ κοινὸν τὸν ἄνθρωπον; . . . . Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας, καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρός, καὶ ἀρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ. Οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς. Καὶ μετ' ὀλίγον (86)· Ὁ δὲ ἐπὶ τὴν τὴν καλὴν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνίων, ὃς δὴ καρποφορεῖ, καὶ ποιεῖ ὁ μὲν ἑκατόν, ὁ δὲ ἐξήκοντα, ὁ δὲ τριάκοντα. ΜΑΡΚΟΣ. Καὶ προσκαλεσάμενος πᾶντα τὸν ὄχλον, εἶπεν αὐτοῖς· Ἀκούετε μου, καὶ συνίετε. ΠΡΟΣ ΕΦΕΣ. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε· μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοί· ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραὶ εἰσί. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Θεοῦ.