Ancient Greek
370.1
Basilius Theol., Regulae Morales 370.1
Unproofread scanNot analysed yet
#A Κεφάλ. Α'. ΙΩΑΝΝΗΣ. Καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶνμαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ, ᾧ ἦν διαζω-σμένος. Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον, καὶλέγει αὐτῷ ἐκεῖνος· Κύριε, σὺ μου νίπτεις τοὺςπόδας; Ἀπεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτῷ (2)·" Ὁ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰταῦτα. λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψῃς (3) τοὺςπόδας μου εἰς τὸν αἰῶνα. Ἀπεκρίθη αὐτῷ ὁ Ἰη-σοῦς· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ'ἐμοῦ.