Ancient Greek
370.6
Basilius Theol., Regulae Morales 370.6
Unproofread scanNot analysed yet
"Ὅτι δεῖ πάντα ἀπαραιτήτως φυλάττειν, τὰ διὰτοῦ Εὐαγγελίου καὶ τῶν ἀποστόλων ὑπὸ τοῦ Κυ-ρίου παραδεδομένα. #C Κεφάλ. Γ'. ΜΑΤΘΑΙΟΣ. Πορευθέντες, μαθητεύσατε πάντατὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦΠατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετείλαμ-ην ὑμῖν. ΛΟΥΚΑΣ. Ἦσαν δὲ δίκαιοι ἀμφότεροιἔνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖςἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἀμεμπτοι. . ." Ὁ ἀκούων (4) ὑμῶν ἐμοῦ ἀκούει· ὁ δὲ ἀθετῶνὑμᾶς ἐμὲ ἀθετεῖ. ΠΡΟΣ ΘΕΣΣ. β'. Ἄρα οὖν, ἀδελ-φοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις, ἃςἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι' ἐπιστολῆς, ὡςδὲ ἡμῶν.