Ancient Greek
371.16 to 371.22
Basilius Theol., Regulae Morales 371.16-22
Unproofread scanNot analysed yet
Κεφάλ. Β'. ΙΩΑΝΝΗΣ. Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ὡς ἡμέρα ἐστίν. ΠΡΟΣ ΦΙΛΙΠ. "Ἔστε, ἀγαπητοὶ μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. ΟΡΟΣ ΙΔ'. "Ὅτι οὐ δεῖ τὰ ἀνόμικτα μινγύναι, ἀλλ' ἕκαστου τῶν γινομένων ἢ λεγομένων τὸν ἴδιον καιρὸν γνωρίζειν. Κεφάλ. Α'. ΜΑΘΘΑΙΟΣ. Τότε προσέρχονται αὐτῷ οἱ μα- D θηταὶ Ἰωάννου, λέγοντες· Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλά, οὐ δὲ μαθηταὶ σου οὐ νηστεύουσι; Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς (12)· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν, ἐφ' ὅσον μετ' αὐτῶν ἐστὶν ὁ νυμφίος; Ἔλεύσονται δὲ ἡμέραι, ὅταν ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος, . ΟΡΟΣ ΙΓ. "Ὅτι δεῖ νήφειν ἀεὶ, καὶ ἕτοιμον εἶναι ἐν τῇ σπουδῇ τῶν κατορθωμάτων τοῦ Θεοῦ, γινωρίζοντα τῆς ἀναβολῆς τὸ ἐπικίνδυνον.