Ancient Greek
371.26
Basilius Theol., Regulae Morales 371.26
Unproofread scanNot analysed yet
Κεφάλ. Β'. ΙΩΑΝΝΗΣ. Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ὡς ἡμέρα ἐστίν. ΠΡΟΣ ΦΙΛΙΠ. "Ἔστε, ἀγαπητοὶ μου Υποκριταί τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν δὲ καιρὸν τοῦτον πῶς οὐ δοκιμάζετε; ΠΡΟΣ ΚΟΡ. α'. Ὁ καιρὸς συντεταλμένος ὅστι τὸ λοιπὸν (19), ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι· καὶ οἱ κλαίουτες ὡς μὴ κλαίουτες· καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες· καὶ οἱ χρῶμενοι τῷ κόσμῳ, ὡς μὴ καταχρώμενοι (20)· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.