Ancient Greek
371.4
Basilius Theol., Regulae Morales 371.4
Unproofread scanNot analysed yet
Κεφάλ. Α'. ΑΟΥΚΑΣ. "Ἔστωσαν ὑμῶν αἱ σφῦνες περιεζωσμέναι, καὶ οἱ λύχνοι καυόμενοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων· ἵνα ἐλθόντος, καὶ κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ. Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. Ἀμὴν λέγω ὑμῖν, ὅτι περιεζώσεται, καὶ ἀνακλίσει αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. Καὶ ἐὰν ἐλθὼν ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἐλθὼν, καὶ εὕρῃ οὕτως, μακάριοι εἰσιν οἱ δοῦλοι ἐκεῖνοι (8). Τοῦτο δὲ γινώσκετε, ὅτι εἰ ἔδειν ὁ οἰκοδεσπότης ποία ὥρα ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἄν, καὶ οὐκ ἂν ἀφήκε διорυγῆναι τὴν οἰκίαν αὐτοῦ. Καὶ ὑμεῖς οὖν γίνεσθε ἕτοιμοι, ὅτι ἡ ὥρα οὐ δοκεῖτε ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται, καὶ τὰ ἐξῆς (9). ΠΡΟΣ ΘΕΣΣ. α'. Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν· αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί, οὕτως ἔρχεται (10). Καὶ μετ' ὀλίγα "Ὅτι δεῖ πάντα καιρὸν εὐθετον ἡγεῖσθαι εἰς τὴν C σπουδὴν τῶν ἀρεσκόντων τῷ Θεῷ (11).