Ancient Greek
373.4
Basilius Theol., Regulae Morales 373.4
Unproofread scanNot analysed yet
Κεφάλ. Α'. ΛΟΥΚΑΣ. Ἔλεγε δὲ καὶ τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῆς ἄριστον ἢ δείπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ σε ἀντικαλέσωσι, καὶ γένηταί σοι ἀνταπόδομα. Ἀλλ' ὅταν ποιῆς δοχὴν, κάλει πτωχούς, ἀναπήρους, χωλοὺς, τυφλοὺς, καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γὰρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων (21).