Ancient Greek
373.7
Basilius Theol., Regulae Morales 373.7
Unproofread scanNot analysed yet
Κεφάλ. Β'. ΜΑΤΘΑΙΟΣ. Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μήτε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. Ὅταν οὖν ποιῆς ἐλεημοσύνην, μὴ σαλπίσης ἔμπροσθεν (22) τῶν ἀνθρώπων, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων. Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν, καὶ τὰ ἴδια. ΠΡΟΣ ΚΟΡ. α'. Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. ΠΡΟΣ ΘΕΣΣ. α'. Ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ, πιστευθῆναι τὸ Εὐαγγέλιον, οὕτω λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Οὔτε γὰρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν (23), καθὼς οἴδατε, οὔτε προφάσει πλεονεξίας, θεὸς μάρτυς· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀπ' ὑμῶν, οὔτε ἀπ' ἄλλων.