Ancient Greek
374.4
Basilius Theol., Regulae Morales 374.4
Unproofread scanNot analysed yet
Ὅτι ἀπὸ τῆς περὶ τὰ ἐλάττονα εὐγνωμοσύνης ἢ ἐπὶ τοὺς μείζους τῆς ἀνταποδόσεως κρίσις δικαιοῦται. Κεφάλ. Δ'. ΜΑΘΑΙΟΣ. Εὖ, δοῦλε (25) ἀγαθε καὶ πιστέ, ἐπὶ ὀλίγα ἡς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. Καὶ με' ὀλίγα· Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται, καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει, ἀρθήσεται ἀπ' αὐτοῦ. ΛΟΥΚΑΣ. Εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει, Καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώσει;