Ancient Greek
375.4
Basilius Theol., Regulae Morales 375.4
Unproofread scanNot analysed yet
Κεφάλ. Α' ΜΑΤΘΑΙΟΣ. Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, ἵνα βαπτισθῇ ὑπ' αὐτοῦ. Ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτόν, λέγων· Ἐγὼ χρεῖαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ; Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Ἄφεσ ἄρτι· οὕτω γὰρ πρέπει ἡμῖν ἐπεὶ πληρώσαι πᾶσαν δικαιοσύνην (29), καὶ τὰ ἐξῆς. . . . Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεῖκνυσθαι τοῖς μαθηταῖς αὐτοῦ, ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς Ἱεροσόλυμα, καὶ πολλὰ παθεῖν ὑπὸ (30) τῶν πρεσβυτέρων, καὶ ἀρχιερέων, καὶ γραμματέων· καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. Καὶ προσελθόντος αὐτοῦ τοῦ Πέτρου, ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων· Ἱλεῶς σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. Ὁ δὲ, στραφεὶς, εἶπε τῷ Πέτρῳ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. ΜΑΡΚΟΣ. Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα αὐτῶν ἀψῆται. Οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν. Ἰδὼν δὲ ὁ Ἰησοῦς, ἠγανάκτησε, καὶ εἶπε αὐτοῖς· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρὸς μέ, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. ΠΡΑΞΕΙΣ. Ἐπιμενόντων δὲ ἡμῶν (31) πλείους, κατηλθὲ τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἁγᾶβος. Καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἅρας τὴν ζώνην Παῦλου, καὶ δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας, εἶπε· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα, οὗ ἐστὶν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν ἐν Ἱεροσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐνταῦθα, τοῦ μὴ ἀναβανεῖν εἰς Ἱερουσαλὴμ. Ἀπεκρίθη δὲ ὁ Παῦλος· Τί ποιεῖτε κλαίουτες, καὶ συνθρύπτοντες μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἐτοίμως ἔχω διὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ (32). Μὴ πεισθεῖν δὲ αὐτοῦ, ἠσυχάζαμεν εἰπόντες· Τὸ θέλημα τοῦ Κυρίου ἀποκτεινάντων Ἰησοῦν, καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιώξαντων, καὶ Θεῷ μὴ ἀρεσκόν-