Ancient Greek
377.2 to 378.1
Basilius Theol., Regulae Morales 377.2-378.1
Unproofread scanNot analysed yet
ΟΡΟΣ ΚΑ'. Ὡτι ἀναγκαία (38) καὶ πρὸς αὐτὴν τὴν αἰώνιον ζωὴν ἡ μετάληψις τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ. Κεφάλαι. Α'. ΙΩΑΝΝΗΣ. Ἀμὴν ἀμὴν λέγω ὑμῖν· Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ τὰ ἐξῆς. A Ὅτι οὐδὲν ὠφελεῖται ὁ ἄνευ τῆς κατανοήσεως τοῦ λόγου, καθ' ὃν δίδεται (39) ἡ μετάληψις τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ, προσερχόμενος τῇ κοινωνίᾳ· ὁ δὲ ἀναξίως μεταλαμβάνων κατακέκριται.