Ancient Greek
378.5
Basilius Theol., Regulae Morales 378.5
Unproofread scanNot analysed yet
Κεφάλ. Γ'. ΛΟΥΚΑΣ. Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας ἔκλασε, καὶ ἔδωκεν αὐτοῖς λέγων· Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁμοίως καὶ τὸ ποτήριον, μετὰ τὸ δεῖπνησαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ Καινὴ Διαθήκη ἐστὶν ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον. ΠΡΟΣ ΚΟΡ. α'. Ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ἡ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε, καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτό μοι ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλῶμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁμοίως καὶ τὸ ποτήριον, μετὰ τὸ δεῖπνησαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ Καινὴ Διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι. Τοῦτο ποιεῖτε, ὅσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὅσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τούτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε ἄχρις οὗ ἂν ἔλθῃ. ΠΡΟΣ ΚΟΡ. β'. Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίνοντες τοῦτο, ὅτι, εἷς εἰς (43) ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπἐδωσαν,