Ancient Greek
383.7
Basilius Theol., Regulae Morales 383.7
Unproofread scanNot analysed yet
#ΟΡΟΣ ΔΒ' Ὅτι δεῖ τὰ ἐπιβάλλοντα ἑκάστῳ εὐγνωμόνως ἀποδιδόναι. #Κεφάλ. Α. ΛΟΥΚΑΣ. Καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες· Διδάσκαλε, οἴδαμεν, ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ' ἐπ' ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις· Ἐξεστὶν ἡμῖν Καίσαρι φόρον δόναι (64), ἢ οὔ; Κατανοήσας δὲ αὐτῶν τὴν παροργίαν, εἶπε πρὸς αὐτούς· Τί με πειράζετε; Δεῖξατέ μοι δηνάριον. Τίς ἔχει εἰκόνα καὶ ἐπιγραφήν; Ἀποκριθέντες δὲ εἶπον· Καίσαρος. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.