Ancient Greek
384.2
Basilius Theol., Regulae Morales 384.2
Unproofread scanNot analysed yet
Ὅτι πᾶν τὸ ἀντικείμενον τῷ τοῦ Κυρίου θελήματι σκάνδαλόν ἐστιν. Κεφάλ. Β' ΜΑΘΑΙΟΣ. Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεῖκνύειν τοῖς μαθηταῖς αὐτοῦ, ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς Ἱεροσόλυμα, καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων, καὶ ἀρχιερέων, καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος, ἤρξατο ἐπιτιμᾶν αὐτῷ, λέγων· Ἱλαῦθ σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Ὁ δὲ, στραφεὶς, εἶπε (66) τῷ Πέτρῳ· Ὤπαγε ὀπίσω μου, Σατανᾷ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.