Ancient Greek
384.6
Basilius Theol., Regulae Morales 384.6
Unproofread scanNot analysed yet
Κεφάλ. Γ' ΠΡΟΣ ΚΟΡ. α. Περὶ τῆς βρώσεως οὖν τῶν ειδωλοθύτων οἴδαμεν, ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς εἰ μὴ εἷς. Καὶ γὰρ εἰπερ εἰσὶ λεγόμενοι θεοί, εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ τῆς γῆς (ὡςπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί), ἀλλ' ἡμῖν εἷς Θεὸς (67), ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος, Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ· ἀλλ' οὐκ ἐν πᾶσιν ἡ γνῶσις. Τινὲς δὲ τῇ συνειδήσει ἕως ἄρτι τοῦ εἰδώλου ὡς εἰδωλόθυτον ἐσθίουσι, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενῆς οὖσα μολύνεται. Βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ. Οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν· οὔτε ἐὰν μὴ φάγωμεν, ὑστεροῦμεθα. Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν. Ἐὰν γὰρ τις ἴδῃ σέ, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; καὶ ἀπολλύται (68) ὁ ἀσθενοῦν ἐν τῇ σῇ γνώσει ἀδελφός, δι' ὃν Χριστὸς ἀπέθανεν; Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφούς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Μὴ οὐκ ἔχωμεν ἐξουσίαν φαγεῖν καὶ πίνειν; Μὴ οὐκ ἔχωμεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι, καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου, καὶ Κηφᾶς; Ἡ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχωμεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; Τίς στρατεύεται ἰδίῳ ὀψωνίῳ ποτέ; τίς φυτεύει ἀμπελῶνα,