Ancient Greek
386.4
Basilius Theol., Regulae Morales 386.4
Unproofread scanNot analysed yet
##Κεφάλ. Α'. ΜΑΘΘΑΙΟΣ. Τότε προσενεχθή αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός, καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν κωφὸν καὶ τυφλὸν καὶ λαλεῖν καὶ βλέπειν. Καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι, καὶ ἔλεγον· Μήτι οὗτός ἐστιν ὁ υἱὸς Δαβὶδ ; οἱ δὲ Φαρισαῖοι, ἀκούσαντες, εἶπον· Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν Βεελζεβοὺλ ἀρχοντι τῶν δαιμονίων. Εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν, εἶπεν αὐτοῖς (75)· Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω ἐγὼ τὰ δαιμόνια, ἤδη ἐφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Οὗς ἐξῆς ἐπιφέρει· Διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται (76) τοῖς ἀνθρώποις. Καὶ ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ' ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι.