Ancient Greek
394.3
Basilius Theol., Regulae Morales 394.3
Unproofread scanNot analysed yet
"Ὅτι δεῖ φροντίζειν καὶ μεριμνᾶν περὶ τῆς τῶν ἀδελφῶν χρείας κατὰ τὸ θέλημα τοῦ Κυρίου. Κεφάλ. Γ'. ΜΑΤΘΑΙΟΣ. Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπεινάσα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνήγατέ με· γυμνός, καὶ περιεβάλετέ με· ἠσθένησα, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρὸς με. Καὶ μετ' ὀλίγα· Ἀμὴν λέγω ὑμῖν, ἐφ' ὅσον ἐποιήσατε ἐνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. ΙΩΑΝΝΗΣ. Ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς, καὶ θεωρῶν ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτόν, λέγει πρὸς τὸν Φίλιππον· Πόθεν ἀγοράσωμεν ἄρτους, ἵνα φάγωσιν οὗτοι; καὶ τὰ ἔξης. ΠΡΟΣ ΚΟΡ. α'. Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὡσπερ διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε. Κατὰ μίαν Σαββάτων ἕκαστος ὑμῶν παρ' ἑαυτῷ τιθέτω, θησαυρίζων ὅ τι ἂν εὐδοται· ἵνα μὴ, ὅταν ἐλθῶ, τότε λογία γίνηται.