Ancient Greek
401.9
Basilius Theol., Regulae Morales 401.9
Unproofread scanNot analysed yet
Κεφάλ. ε'. ΙΩΑΝΝΗΣ. Λέγει Νικόδημος, ὁ ἐλθὼν πρὸς αὐτὸν νυκτὸς, εἷς ὧν ἐξ αὐτῶν· Μὴ ὁ νόμος ἡμῶν κρίνει (33) τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρότερον, καὶ γνῷ τί ποιεῖ; ΠΡΑΞΕΙΣ. Ὥς δὲ πλείους ἡμέρας διέτριβεν ἐκεῖ, ὁ Φήστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων· Ἄνθρωπός τις ἐστὶ καταλειμμένος ὑπὸ Φήλικος δεσμὸς, περὶ οὐ γενομένου μου εἰς Ἱεροσόλυμα ἐπεζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων αἰτοῦμενοι κατ' αὐτοῦ καταδίκην· πρὸς οὓς ἀπεκρίθην· "Ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαι τινὰ ἄνθρωπον (34), πρὶν ἢ ὁ κατεγορούμενος κατὰ πρόσωπον ἔχῃ τοὺς κατηγοροῦς, τόπον τε ἀπολογίας λάβῃ περὶ τοῦ ἐγκληματος.