Ancient Greek
404.9
Basilius Theol., Regulae Morales 404.9
Unproofread scanNot analysed yet
ΟΠΟΣ ΝΖ'. Ὅτι οὐ δεῖ μεγαλοφρονεῖν (44) ἐφ' ἑαυτὸν ἐν τοῖς κατευορθώμασι, καὶ ἐξουθενεῖν τοὺς λοιπούς. Κεφάλ. α'. ΛΟΥΚΑΣ. Εἶπε δὲ πρὸς τινὰς τῶν πεποιθότας ἐφ' ἑαυτοῖς, ὅτι εἰσὶ δίκαιοι, καὶ ἐξουθενοῦντας τοὺς λοιπούς, τὴν παραβολὴν ταύτην· Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι· ὁ εἰς Φαρισαῖος, ὁ δὲ ἕτερος (45) τελώνης. Ὁ Φαρισαῖος, σταθεὶς, πρὸς ἑαυτὸν ταῦτα προσευχέτο· Ὁ Θεός, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὡςπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἄρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ (46) ὡς οὗτος ὁ τελώνης. Νηστεύω δις τοῦ Σαββάτου· ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. Καὶ ὁ τελώνης, μακρόθεν ἑστώς, οὐκ ἤθελεν οὔδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπάγει· ἀλλ' ἐτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ, ἢπερ ἐκεῖνος (47)· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτόν, ταπεινωθήσεται· καὶ ὁ ταπεινῶν ἑαυτόν, ὑψωθήσεται.