Ancient Greek
406.3
Basilius Theol., Regulae Morales 406.3
Unproofread scanNot analysed yet
Κεφάλ. δ'. ΜΑΘΟΑΙΟΣ. Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ· Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. Ὁστις (56) γὰρ ἔχει, δοθήσεται αὐτῷ, καὶ περισσευθήσεται· ὅστις δὲ οὐχ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ' αὐτοῦ. Διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐχ ἀκούουσιν, οὐδὲ συνίουσι. Καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἠσαίου. . . . Ὡςπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους, καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ (57)· καὶ μὲν ἕδωκε πέντε τάλαντα, ψ δὲ δύο, ψ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησε εὐθὺς. Πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν, εἰργάσατο ἐν αὐτοῖς, καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα. Ὁσαύτως καὶ τὰ δύο ἐξέρησεν ἄλλα δύο. Καὶ μετ' ὀλίγα· Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ' αὐτοῦ. Καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἔκει ἔσται ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.