Ancient Greek
406.7
Basilius Theol., Regulae Morales 406.7
Unproofread scanNot analysed yet
Κεφάλ. α'. ΜΑΘΟΑΙΟΣ. Καὶ ἰδοὺ, εἷς προσελθὼν εἶπεν αὐτῷ· Διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δὲ εἶπεν αὐτῷ (59)· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. ΙΩΑΝΝΗΣ. Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω. Καὶ μετ' ὀλίγα· Πῶς δύνασθε ὑμεῖς πιστεύσει, δόξαν παρ' ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; ΔΟΥΚΑΣ. Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγυιαῖς. ΠΡΟΣ ΘΕΣΣ. α'. Οὔτε γὰρ ποτε (60) ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε προφάσει πλεονεξίας, Θεὸς μάρτυς· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν, οὔτε ἀπ' ἄλλων. ΠΡΑΞΕΙΣ. Ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας αὐτοῦ,