Ancient Greek
410.2
Basilius Theol., Regulae Morales 410.2
Unproofread scanNot analysed yet
ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ (85), καὶ τὰ ἕξης. Α ρὸς (76) ὁ ἐμὸς οὕπω πάρεισιν· ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. Ὑμεῖς ἀράθετε εἰς τὴν ἑορτήν· ἐγὼ οὕπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην (77), ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὕπω πεπλήρωται. Ταῦτα δὲ εἰπὼν αὐτοῖς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ. Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς, ἀλλ’ ὡς ἐν κρυπτῷ (78). ΛΟΥΚΑΣ. Ἀναστάντες δὲ προσεύχεσθε, ἵνα μὴ ἐμπέσητε εἰς πειρασμόν.