Ancient Greek
410.5
Basilius Theol., Regulae Morales 410.5
Unproofread scanNot analysed yet
ΜΑΤΘΑΙΟΣ. Ὅταν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην. Οἱ δὲ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ’ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν. Ὁ δὲ Ἰησοῦς, γνούς, ἀνεχώρησεν ἐκεῖθεν. ΙΩΑΝΝΗΣ. Ἀπ’ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύοντο, ἵνα ἀποκτεῖναι αὐτόν. Ἰησοῦς οὖν οὐκέτι παρρησίᾳ περιεπάτει πρὸς τοῖς Ἰουδαίοις. ΛΟΥΚΑΣ. Καὶ θεὶς τὰ γόνατα, προσήνυτο λέγων· Πάτερ, εἰ βούλει παρενεγκεῖν τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γενέσθω (80). ΠΡΟΣ ΚΟΡ. α’. Πειρασμὸς ὑμᾶς οὐκ ἐλήφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ Θεός, ὃς οὐκ ἄφεισιν ὑμᾶς πειραθῆναι ὑπὲρ ὁ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑπενεγκεῖν (81).