Ancient Greek
410.7
Basilius Theol., Regulae Morales 410.7
Unproofread scanNot analysed yet
ΜΑΤΘΑΙΟΣ. Τότε ὁ Ἰησοῦς ἀνῆχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος, πειραθῆναι ὑπὸ τοῦ διαβόλου. Καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα, καὶ νύκτας τεσσαράκοντα, ὑστερὸν ἐπεῖνασε. Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων, εἶπεν· Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. D Ὁ δὲ ἀποκριθεὶς εἶπε· Γέγραπται, ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ (85), καὶ τὰ ἕξης.