Ancient Greek
412.2
Basilius Theol., Regulae Morales 412.2
Unproofread scanNot analysed yet
ΟΠΟΣ ΞΕ'. "Ὅτι δεῖ καὶ ἐν αὐτῇ τῇ ἐξόδῳ προσεύχεσθαι τὰ πρέποντα. Κεφάλ. α'. ΜΑΘΑΙΟΣ. Περί δὲ τὴν ἐνάτην ὥραν ἐφώνησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων· Ἠλί, Ἠλί, λαμὰ σαβαχθανί (95) ; τοῦτέστι· Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες ; Καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε· Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. Καὶ τοῦτο εἰπών, ἐξέπνευσεν. ΠΡΑΞΕΙΣ. Καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον, καὶ λέγοντα· Κύριε, μὴ στήσῃς (96) αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ τοῦτο εἰπών, ἐκοιμήθη.