Ancient Greek
413.13
Basilius Theol., Regulae Morales 413.13
Unproofread scanNot analysed yet
Κεφάλ. α'. ΛΟΥΚΑΣ. Ἀποκριθεὶς ὁ (2) Ἰησοῦς εἶπερ αὐ-τοῖς· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ ἐγα-μίζονται· οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν, οὔτε ἐγαμίζονται. Οὔτε γὰρ ἀποθανεῖν ἐκὶ δύνανται· ἰσάγγελοι γὰρ εἰσι, καὶ υἱοὶ εἰσι τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. ΠΡΟΣ ΚΟΡ. α'. Ἄλλ' ἔρει τις· Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; Ἄφρον, σὺ ὁ σπείρων, D οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ πρῶτον. Καὶ δ σπείρης, οὐ τὸ τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι σίτου, ἢ τινὸς τῶν λοιπῶν. Ὁ δὲ Θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησε. Καὶ μετ' ὀλίγα· Οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευ-ματικόν.