Ancient Greek
414.4
Basilius Theol., Regulae Morales 414.4
Unproofread scanNot analysed yet
ΟΠΟΣ ΘΘ. "Ὅσα κατὰ συνάφειαν ἀπαγορεύονται, καὶ ἀπὸ τασιν δέχεται ἀπειλῆς. Κεφάλ. α'. ΜΑΤΘΑΙΟΣ. Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται Dιαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορ-νείαι (6), κλοπαί, ψευδομαρτυρία, βλασφη-μία. Ταῦτά ἐστι τὰ κοινούντα τὸν ἄνθρωπον. . . Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπεινάσα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνός, καὶ οὐ περιεβάλετέ με· ἀσθερής, καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με. ΑΟΥΚΑΣ. Οἶαί ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν· οἶαί οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε· οἶαί ὑμῖν οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε· οἶαί ὅταν καλῶς εἴπωσιν ὑμᾶς πάν-τες οἱ ἄνθρωποι. Προσέχετε δὲ ἑαυτοῖς, μήποτε βαρυθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλαι, καὶ μέθῃ, καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνιδίως (7) ἐπιστῇ ἐφ' ὑμᾶς ἡ ἡμέρα ἐκείνη. ΠΡΟΣ ΡΩΜ. Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπι-γνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον