Ancient Greek
421.2
Basilius Theol., Regulae Morales 421.2
Unproofread scanNot analysed yet
Ὅτι δεῖ τὸν κληθέντα εἰς τὸ κήρυγμα τοῦ Εὐαγγελίου εὐθὺς ὑπακοῦειν, καὶ μὴ ἀναβάλλεσθαι. #Α' Κεφάλ. ΑΟΥΚΑΣ. Εἶπε δὲ πρὸς ἕτερον· Ἀκολούθει μοι. Ὁ δὲ εἶπε· Κύριε, ἐπιτρέψον μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου. Εἶπε δὲ αὐτῷ ὁ Κύριος· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκροὺς· σὺ δὲ ἀπελθὼν, διήγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ. ΠΡΟΣ ΓΑΛ. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας με (35) διὰ τῆς χάριτος αὐτοῦ, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν· εὐθὺς οὐ προσανέβην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀπῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους· ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.