Ancient Greek
424.5
Basilius Theol., Regulae Morales 424.5
Unproofread scanNot analysed yet
Ὅτι δεῖ προσεύχεσθαι ὑπὲρ τῆς προκοπῆς (51) τῶν πεπιστευκότων, καὶ ἐπ’ αὐτῇ εὐχαριστεῖν. Κεφάλ. ΙΔ. ΙΩΑΝΝΗΣ. Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, ἵνα πάντες ἓν ὦσι, καθὼς σύ, Πάτερ, ἐν ἐμοί, κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν (52) ὦσι. Καὶ πάλιν· Πάτερ, οὓς ἐδωκας μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ἐκεῖνοι ὦσι μετ’ ἐμοῦ. ΛΟΥΚΑΣ. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς, καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συν-