Ancient Greek
427.2
Basilius Theol., Regulae Morales 427.2
Unproofread scanNot analysed yet
"Ὅτι δεῖ τὸν προεστῶτα τοῦ λόγου ἐλεήμονα καὶ εὐσπλαγχνον εἶναι, καὶ μάλιστα ἐπὶ τῶν κεκαχωμένων τὰς ψυχάς. Κεφάλ. Κ'. ΜΑΤΘΑΙΟΣ. Καὶ ἰδόντες οἱ Φαρισαῖοι, εἶπον τοῖς μαθηταῖς αὐτοῦ· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; Ὁ δὲ Ἰησοῦς ἀκούσας, εἶπε· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Πορευθέντες, μάθετε τί ἐστιν· Ἔλεος θέλω, καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. ΜΑΤΘΑΙΟΣ. Ἰδὼν δὲ τοὺς ὄχλους, ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐσκυλμένοι, ὡς πρόβατα μὴ ἔχοντα ποιμένα.