Ancient Greek
427.8 to 428.1
Basilius Theol., Regulae Morales 427.8-428.1
Unproofread scanNot analysed yet
"Ὅτι οὐ δεῖ τὸν προεστῶτα τοῦ λόγου ἐν τοῖς ἐλάττοσιν αὐτουργεῖν φιλοτιμούμενον τῆς ὀφειλομένης περὶ τὰ μεῖζω σπουδῆς ἀπολείπεσθαι. Κεφάλ. ΚΒ'. ΠΡΑΞΕΙΣ. Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν, εἶπον· Οὐκ ἀρεστὸν ἐστὶ καταλιπόντας ἡμᾶς τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις. Καὶ μετ' ὀλίγα· Ἦμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσωμεν. Ὅτι οὐ δεῖ ἐπιδεικτικῶν, οὐδὲ ἐμπορευθεῖσαι τὸν λόγον τῆς διδασκαλίας ἐν κολακείᾳ τῶν ἀκούοντων, εἰς πληροφορίαν τῶν ἰδίων ἡδονῶν, ἧτοι χρεῖῶν· ἀλλὰ τοιούτους εἶναι, ὡς εἰς δόξαν (63) Θεοῦ ἐνὤπιον αὐτοῦ λαλοῦντας.