Ancient Greek
429.2
Basilius Theol., Regulae Morales 429.2
Unproofread scanNot analysed yet
Κεφάλ. ΚΕ'. ΜΑΤΘΑΙΟΣ. Ἰδοὺ ὁ παῖς μου, ὃν ἡρέτισα, ὁ ἀγαπητὸς μου, εἰς ὃν ἠδόκησεν ἡ ψυχή μου. Θήσω τὸ Πνεῦμά μου ἐπ· αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. Οὐχ ἔρισει, οὐδὲ κραυγάσει (71), οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. ΠΡΟΣ ΦΙΛΙΠΠ. Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι· εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· οἱ μὲν ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κείμεμαι· οἱ δὲ ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἀγνῶς, οἴόμενοι θλίψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου. Ὅτι οὐ δεῖ τοῖς ἀνθρωπίνοις πλεονεκτημασι κεχρησθαι εἰς τὴν κήρυγμα τοῦ Εὐαγγελίου, ἵνα μὴ ἀγκρώπτηται (72) αὐτοῖς ἡ τοῦ Θεοῦ χάρις.