Ancient Greek
430.7
Basilius Theol., Regulae Morales 430.7
Unproofread scanNot analysed yet
ΜΑΘΘΑΙΟΣ. Μὴ κτήσησθε χρυσόν (75), μήτε ἀργυρον, μήτε χαλκὸν εἰς τὰς ζώνας ὑμῶν· μὴ πήραν εἰς ὁδόν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα (76), μηδὲ ῥάβδον· ἀξίος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστι. ΛΟΥΚΑΣ. Μηδὲν αἴρετε εἰς ὁδόν, μήτε ῥάβδους, μήτε πήραν (77), μήτε ἄρτον, μήτε ἀργύριον, μήτε ἀπὸ δύο χιτῶνες ἔχειν. ΠΡΑΞΕΙΣ. Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεδήμησα, αὐτοὶ γινώσκετε. ΠΡΟΣ ΤΙΜ. β'. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.