Ancient Greek
432.4
Basilius Theol., Regulae Morales 432.4
Unproofread scanNot analysed yet
Ὅτι δεῖ τῶν μετὰ τὸ πληρωθῆναι εἰς αὐτοὺς πάντα τοῦτον ἐπιμελείας ἀπειθούντων ἀναχωρεῖν. Κεφάλ. λε'. ΜΑΤΘΑΙΟΣ. Ἰερουσαλήμ, Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὡν τράπεζα ὄρνις ἐπισυνάγει τὰ νοστία αὐτῆς ὑπὸ τὰς πτέρυγας αὐτῆς (84), καὶ οὐκ ἠθελήσατε ! Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. ΠΡΑΞΕΙΣ. Ὑμῖν ἦν ἀναγκαῖον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδή δὲ ἀπωθεῖσθε αὐτόν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναι σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. ΠΡΟΣ ΤΙΤ. Αἱρετικὸν ἄνθρωπον μετὰ μιᾶς καὶ δευτέρας νουθεσίας παραιτοῦ, εἰδὼς, ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει, ὡν αὐτοκατάκριτος.