Ancient Greek
437.11 to 438.3
Basilius Theol., Regulae Morales 437.11-438.3
Unproofread scanNot analysed yet
Ὅτι δεῖ τὴν χήραν τὴν εὐδοκιμήσασαν ἐν τοῖς ὑπὸ τοῦ Ἀποστόλου εἰρημένοις κατορθώμασι, καὶ φθάσασαν εἰς τὸ τάγμα τῶν ὄντως χηρῶν, προσκαρτερεῖν ταῖς δόξαις καὶ ταῖς προσευχαῖς μετὰ νηστείων νυκτὸς καὶ ἡμέρας. Κεφάλ. β'. ΛΟΥΚΑΣ. Καὶ ἦν Ἄννα προφήτις, θυγάτηρ Φαρουήλ, ἐκ φυλῆς Ἀσὶρ· αὕτη προβεβηκυία ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς. Καὶ αὕτη χεῖρα ὡς ἐτῶν ὀγδοηκονταετῶν, ἡ οὐχ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ, ἠσθεῖας καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέρας. ΠΡΟΣ ΤΙΜ. α'. Ἡ δὲ ὄντως χῆρα καὶ μεμονωμένη ἐλπίζει ἐπὶ τὸν Θεόν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν. ΟΠΟΣ ΟΕ'. Ὅτι χρή τοὺς δούλους ὑπακοῦειν τοῖς κατὰ σάρκα κυρίοις εἰς δόξαν Θεοῦ μετὰ πάσης εὐνοίας· ἐν οἷς ἂν ἐντολὴ Θεοῦ οὐ λύπται.