Ancient Greek
437.4
Basilius Theol., Regulae Morales 437.4
Unproofread scanNot analysed yet
Ὅτι δεῖ τὰς γυναῖκας σιγᾶν ἐν ἐκκλησίᾳ, κατ' οἶκον δὲ σπουδαιολογεῖσθαι περὶ τῆς εἰς Θεὸν εὐαρεστήσεως. Κεφάλ. ζ'. ΠΡΟΣ. ΚΟΡ. α'. Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγᾶτωσαν· οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν, ἀλλ' ὑποτάσσεσθαι. Εἰ δὲ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἀνδρας ἐπερωτᾶτωσαν. Αἰσχρὸν γὰρ ἐστὶ γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν. ΠΡΟΣ. ΤΙΜ. α'. Γυνὴ ἐν ἡσυχίᾳ μαθωνέτω ἐν πάσῃ ὑποταγῇ. Διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ' εἶναι ἐν ἡσυχίᾳ. Ἄδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὼα. Καὶ ὁ Ἄδὰμ οὐκ ἠπάτηθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονε. Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν τῇ πίστει, καὶ ἀγάπῃ, καὶ ἀγιασμῷ, μετὰ σωφροσύνης.