Ancient Greek
438.8
Basilius Theol., Regulae Morales 438.8
Unproofread scanNot analysed yet
Κεφάλ. β'. ΙΩΑΝΝΗΣ. Εἰδὼς ὁ Ἰησοῦς, ὅτι πάντα δέδωκεν (7) αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε, καὶ πρὸς τὸν Θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου, καὶ τίθησι τὰ ἱμάτια αὐτοῦ (8), καὶ λαβὼν λέντιον, διέζωσεν ἑαυτόν. Εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτήρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. Καὶ μετ' ὀλίγα· Ὑμεῖς φωνεῖτέ με, ὁ διδάσκαλος, καὶ ὁ Κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Εἰ οὖν ἐγὼ ἔνυψα ὑμῶν τοὺς πόδας ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλοις νίπτειν τοὺς πόδας. Ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν, ἵνα, καθὼς ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιήτε. ΠΡΟΣ ΕΦΕΣ. Οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀφέντες τὴν ἀπειλήν· εἰδότες, ὅτι καὶ ὑμῶν αὐτῶν (9) Κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία οὐκ ἔστι παρ' αὐτῷ.