Ancient Greek
439.3
Basilius Theol., Regulae Morales 439.3
Unproofread scanNot analysed yet
Κεφάλ. α'. ΛΟΥΚΑΣ. Καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατὴρ σου καὶ ἐγὸ δυνόμενοι ἐζήτοῦμέν σε. Καὶ μετ' ὀλίγα· Καὶ μετέσῃ (10) μετ' αὐτῶν, καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. ΠΡΟΣ ΕΦΕΣ. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεύσιν ὑμῶν ἐν Κυρίῳ· τοῦτο γὰρ ἐστὶ δίκαιον. Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται, καὶ ᾖσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.