Ancient Greek
443.2 to 443.6
Basilius Theol., Regulae Morales 443.2-6
Unproofread scanNot analysed yet
#15 Κεφάλ. ιε'. ΜΑΤΘΑΙΟΣ. Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁὀφθαλμός· ἐὰν οὖν ἡ ὁ ὀφθαλμός σου ἀπλοῦς,ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται. Ὡς ποιμένας (30) προβάτων Χριστοῦ, μηδέ τὴν ψυχὴνὑπὲρ αὐτῶν θείναι ἐν καιρῷ παραϊτουμένους, ὑπὲρτοῦ μεταδοῦναι αὐτοῖς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. #15 Κεφάλ. ιε'. ΙΩΑΝΝΗΣ. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐ-τοῦ τίθησι ὑπὲρ τῶν προβάτων. ΠΡΑΞΕΙΣ. Προσ-έχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποι-μαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Ὡς ἰατροὺς, ἐν πολλῇ εὐσπλαγχνίᾳ κατ' ἐπιστήμηντῆς τοῦ Κυρίου διδασκαλίας θεραπεύοντας τὰ πάθητῶν ψυχῶν, εἰς περιποίησιν τῆς ἐν Χριστῷ ὑγείαςκαὶ διαμονῆς. #16 Κεφάλ. ιζ'. ΜΑΤΘΑΙΟΣ. Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντεςἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. ΠΡΟΣ ΡΩΜ. Ὀφεί-λομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶνἀδυνάτων βαστάζειν. Ὡς πατέρες καὶ τροφούς ἰδίων τέκνων, ἐν πολλῇδιαθέσει τῆς ἐν Χριστῷ ἀγάπης εὐδοκοῦντας μετα-δοῦναι αὐτοῖς οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ,ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς.