Ancient Greek
101.7 to 102.35
Basilius, Sermones Xli 101.7-102.35
Unproofread scanNot analysed yet
γ. Ἐκάμφθη τοῖς λόγοις ὁ προφήτης, καὶ τὴν Nineui κατελάμβανε. Καὶ ἤρξατο, φησίν, Ἰωρὰς τοῦ Bρωθεὶς πολυστοίχοις καμπέρων γνάθοις, Νήμιμος ἔσμός. πορευθεῖσοι εἰς τὴν πόλιν, καὶ ἐκήρυξας, καὶ εἶπε. “Ἐπὶ τρεῖς ἡμέρας (19), καὶ Νινευὶ καταστραφήσεται. Καὶ ἐπίστευσαν οἱ ἄνθρωποι Νινευὶ τῷ Θεῷ, καὶ ἐκήρυξαν νηστείαν, καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν (20). Βλέπε τὰ μέτρα τῆς μετανοίας, Ἄπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Πᾶσας διατρέχει τὰς ἡλικίας ὁ φόβος, πάντες ὑπομένουσι τὸν ζυγὸν τῆς μετανοίας, πάντες χαλοῦσι τὸν ἱατρὸν τοῦ κινδύνου. “Ἐπὶ τρεῖς ἡμέρας, καὶ Νινευὶ καταστραφήσεται. Στενὴ μὲν ἡ τῆς ἀπειλῆς προθεσμία, πλατεῖα δὲ ἡ τῆς μετανοίας δύναμις. Σὲνος ἀπειλεῖ, καὶ πῶς ὅλη τὸν τρόπον πρὸς τὸν λόγον μεθίσταται· ξένους ἐφθέγγετο, καὶ καθάπερ ἐξ οὐρανοῦ φθεγγόμενον ἐδοκίμασαν· καὶ μὴ φωνὴν πένθος ἐθεραπεύσατο. Καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευὶ. Τί οὖν; ἄρα μὴ πρὸς τὴν ἀξίαν οὕτως ὁρῶν, περιρροεῖ τῆς προφητείας; Καὶ ἀνέστη, φησίν, τοῦ θρόνου αὐτοῦ, καὶ περιέβαλετο σάκκον, καὶ ἐκάθισεν ἐπὶ σποδοῦ. Τὴν εὐαγγελικὴν προέλαβε ῥῆσιν· Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. —“Ἐκάθισεν ἐπὶ σποδοῦ. Τὰ τῆς μετανοίας ὄπλα κατὰ τῆς ἁμαρτίας ἐχάλκευσεν, καὶ διατάγματι τῷ πένθει ἡξάντο· Οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ οἱ βόες, καὶ τὰ πρόβατα, μὴ γευσάσθωσαν, καὶ ὕδωρ μὴ πινέτωσαν. Συνοθεύσθω σὺν τοῖς λογικοῖς τῶν ζῴων ἡ φύσις· κοινὸς ἔστω θρῆνος τῆς κοινῆς συμφοράς. Εἰς γὰρ ἀπάντων Ποιητής, μία χειρ τὰ ὅλα διέπλασε, νῦν τοῖς πᾶσιν ἡλπίσατο· διὰ μὴ στέλσαι καλεῖν, ὅν διὰ γλῶττης οὐ δύναται, ἵνα ἐλθὼν τὴν κατάκρισιν, λύσῃ τὴν ἀπόφασιν. Καὶ περιέβαλλετο σάκκους, καὶ ἀνέβησαν πρὸς τὸν Θεὸν ἐκτενῶς, καὶ ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς. Ταῦτα τῆς ἀληθοῦς μετανοίας· γνωρίσματα, πενθοῦσα ψυχή, δακρύοντες ὀφθαλμοί, μεταβολὴ πορνείας, ἀσεβείας φυγή, σαρκὸς συνεργός, ψυχῆς συστολή, ἀδικίας ἀπαλλαγή. Τούτοις ἁμαρτία καθαίρεται, τούτοις ἡ θεία ἡμῖν