Ancient Greek
125.3
Basilius, Sermones Xli 125.3
Unproofread scanNot analysed yet
γ'. Οἰκειωσώμεθα τὸ πάθος, καὶ τὸ βάθος τῆς ἀθυμίας καθιδώμεν, ἵνα τὸ μέγεθος τῆς τοῦ Δαυὶδ φιλοσοφίας κατανοήσωμεν. Ὁ μὲν γὰρ ἀδικήσας, εἶτα διωκόμενος, ἔχει παραμυθίαν τοῦ πάθους τὴν τόλμαν ὧν ἐδρασε, καὶ τὸ συνειδὸς καὶ ἑαυτοῦ περιφέρων κατηγορόν, ἐνδοθεν συνηγορεῖ τῷ διώκοντι, καὶ δικαιῶσιν τὴν πράξιν, τὴν τιμωρίαν οὐ μέμφεται. Ὁ δὲ περισώσας πολλάκις, καὶ ὑπὸ τοῦ σωθέντος εἰς θάνατον ἀγρευόμενος, ἀφόρητον ἔχει τῆς ἀθυμίας τὸ βέλος, τῇ μνήμῃ τῆς εὐεργεσίας πληττόμενος, ὡς καθ' ἑαυτοῦ τὸν πολέμιον ὁπλίσας. Τοιαύταις ὁ Δαυὶδ ἐπολιορκεῖτο περιστάσεσι· καὶ οὐδὲ μέχρι τοῦ φυγεῖν ὁ κίνδυνος. Οὐχ ἐχορέσθη γὰρ ὁ Σαοὺλ τῇ φυγῇ τοῦ Δαυὶδ, οὐδὲ δρόμος τὸν φόβον ἐμεῖωσεν, ἀλλὰ πλέον ἀνέφεγεν ἐν τοῖς ζώσις ἀκούομενος ὁ φθονούμενος. Καὶ δὴ τὰ τῆς βασιλείας ἀδρόσια στρατεύματα, τὸν μυστ' ὀλίγον κρατούμενον ἀναζητεῖ, καὶ νάπας ἀνίχνευε (84), καὶ φάραγγας ἐσαγὴνευε, καὶ τὰς τῶν ὀρῶν ἐπολυπραγμονεῖ κορυφάς, ὁδίκως θηρατὴς τοῦ δικαίου γινόμενος. Οἱ Ψαλμοὶ τὰ πάθη χρητύνουσιν, αἱ ᾠδαὶ τὰς συμφοράς ἐπαγγέλλουσιν. «Ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχῇ μου Μεταναστεῦσον ἐπὶ τὰ ὄρη ὡς στρουθίον; »Ὁρᾶς ψυχὴν πλανωμένην λογισμοῖς, καὶ πρὸς τὴν ἀπλανῆ βοήθειαν, τὸν Κύριον (85), καταφεύγουσαν; Τίς ἂν ἐν τοιούτοις γενομένος, οὐχ εἴπε, θυμῷ καὶ ἀθυμίᾳ κρατούμενος; Ἐμοὶ ταῦτα Σαοὺλ διατίθησιν (86); δὲ ἐξήρπασα δαίμονος; ὃν τοῦ Γολιάθ ἠλευθέρωσα; ὃ τὴν βασιλείαν ἐφύλαξα; ὃν τοῦ δουλεύειν ἀπέστησα; Τί γὰρ ἐκίνουν τὴν λύραν τῆς χάριτος; τί τὸν ἐνοχλοῦντα δαίμονα τοῖς μέλεσιν ἐπλήττον; Ἐγένετο ἂν τοῦ δαίμονος παρηναλίμμα, οὐχ ἂν νῦν ἐδίωκεν ἀπολώμενον· τότε ἔφθασεν ἂν αὐτοῦ τὸν φόβον ὁ θάνατος (87). Ἐπαψεν τὸ δόρυ μοι ψάλλοντι, ἐγὼ δὲ τοῦ μέλους οὐχ ἀφήκα τὸ φάρμακον· ὠργίζετο θεραπεύοντι, ἐγὼ δὲ φιλονείκῳ φιλανθρωπίᾳ τὸν ἀπὸνθρωπον ἐσωζον. Οὐδὲν τούτων ὁ Δαυὶδ οὐχ εἴπεν, οὐχ ἐνύησεν· ἀλλὰ τὸ βλέμμα τεῖνον πρὸς οὐρανόν, ἐκεῖ ἐκάλεε τὸν σύμμαχον (88). Ἐνταῦθα γεγόμενος, ὅρα μοι τὴν ἀπόρρητον τῶν πραγμάτων διοίκησιν· ὅρα μοι καὶ τὴν θείαν φιλανθρωπίαν, καὶ τὴν τοῦ