Ancient Greek
129.2
Basilius, Sermones Xli 129.2
Unproofread scanNot analysed yet
γ᾽. Ταῦτα ὁρῶν ὁ κοινὸς ἀνθρώπων ἐχθρός, καὶ καθ᾽ ἕκαστον τῶν κατορθωμάτων βαλλόμενος, ἐφεχε μὲν, οὐκ ἀφίστατο δέ. Ἄλλ᾽ ἡ ἀδύνατον φύσει πονηρίαν ἀγρυπνὸν ἐπιδεικνύμενος, παρατέρει τοῦ δικαίου τὰς πράξεις τὰς ἐν ἡμέρᾳ, τὰς ἐν νυκτί, τὰς ἡμέρας τοῦ βίου, τὰς τῆς βασιλείας φροντίδας, τὰς τῶν πολεμίων ἐπαναστάσεις· μήπως φθεγχεται ῥῆμα πικρόν, αὐτῷ δὲ γλυκύ· πῶς τρωσῇ θυμῷ, πῶς ἐπιθυμίᾳ τοξεύσῃ, πῶς ἀμελῶντα φιλοτέας φώρασῃ. Καὶ οὐ πρότερον λογὸν τοῦ δικαίου τὸν βίον ἐπαύσατο, πρὶν αὐτὸν μικρὸν ἰδὼν παραξέλαυντα, ταχέως γυναικείῳ κατετοξεύσατο κάλλει. Εὐωχθεὶς γὰρ ποτε βασιλικῶς ὁ Δαυὶδ, καὶ λαμπρῇ τραπέζῃ τὸν νοῦν χαυνωθείς, μεσημβρίνοις περιπάτοις ἐτέρπετο. Τότε δή, τότε τῶν λογισμῶν τὴν νεῦραν χαλασθεῖσαν ὁ δυσμενὴς θεασάμενος, τὸν τῶν παθῶν ἡνιόχον τοῦ νοῦς ἀκριβῶς τὰς ἡνίας διεψαμμένον, ἡ μικροῦν τὸ μέρος ἐκ τῶν ὁπλῶν, γυμνωθέντα τὸν ἀριστερά τῶν ὅπλων, ἔλαθε πλήξας, αὐτοῖς τοῖς ὀμμασι τοῦ δικαίου χρησάμενος, καὶ συναρπάσας τῆς ὁδοῦ τῆς ἀρετῆς, πρὸς τὸν τῆς μοιχείας ἐμβάλλει κρημνόν. Ὁρῶν δὲ τὸν πράξαντα, τὴν πράξιν αἰδοῦμενον, καὶ κρύψαι τὸ ἔλκος τῆς αἰσχύνης βουλομένον, λαμβάνει τὴν αἰσχύνην, ἄλλης παρανομίας συνέμπορον. Πᾶσι γὰρ κακῷ τὸ κακὸν περιώδευσε· ὥστε φόνῳ κρύψαι τὴν μοιχείαν θελήσας, ἐκατέρων ἐργάτης ἀλίζεται. Ὁ μὲν οὖν πολλάκις ἀριστεύσας, ἕκειτο πληγεὶς· ὁ δὲ πλήξας ἐκόμπασεν, ἱαμὰ πάντων οἰκείων τὸ τοῦ δικαίου πᾶθος ἡγούμενος. Ἄλλ᾽ οὐκ ἔλαθε τὸν πάντα ὁρῶντα ὀφθαλμόν, ἡ κατὰ τοῦ βασιλέως ἐπὶπρετα. Ἄλλ᾽ ὁ πρὸ τῆς πράξεως βλέπων τὴν πρόθεσιν, καὶ πρὸ τῶν ἔργων, τὴν γνώμην, οἰκτείρει μὲν τοῦ λο-