Ancient Greek
142.2
Basilius, Sermones Xli 142.2
Unproofread scanNot analysed yet
β. Καὶ μοι σκοποῦμένῃ τῆς εὐαγγελικῆς ἀναγνώ- A σως τὴν παρουσίαν διήγησιν, ὁ τῆς μελλούσης κρίσεως ἀπεικονίζεται φόβος, καθ' ἣν ὁ πάντων κριτής, καὶ Δεσπότης ἀπ' οὐρανοῦ μέσου φερόμενος, καὶ ταῖς φοβερωτάταις ἀστραπαῖς πανταχόθεν δορυφορούμενος, ἐπὶ τοῦ οὐρανοῦ καθήμενος θρόματος, τὰς περὶ τῆς ἑκάστου ζωῆς ἀποφάσεις ἀφήνει. Τοιγαροῦν προλαμβάνων τῷ λόγῳ τὸν χρόνον, καὶ τὴν δικαστικὴν ψῆφον προαινιττόμενος, προφητικῶς παραίνει, καὶ δικαστικῶς, ἵνα εἰ μὲν ψύξας ὁ λόγος ἐπιστρέψῃ τὴν ἔνοιαν, τὴν τιμωρίαν κερδάνωσιν· εἰ δὲ γέννηται παρὰ ταῖς τῶν ἀκηκότων ψυχαῖς ἡ προφάσις ἀπρακτος, εὐλόγος διαδεξαμένη κρίσις, ἀνάλογον ἐπαγάγῃ τὴν κόλασιν. Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπ' ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν. Ὦ ῥημάτων ὁρωμένων πραγμάτων! Ὦ φωνῆς ἧς τὸ πέραν ἀλήθεια! Τοιγαροῦν ὁρῶμεν τοὺς τῆς οἰκουμένης οἰκτορίας, τὴν μὲν ἄθεον πολυθεΐαν ἀποτιθεμένους, καὶ θρησκείαν δαιμονικὴν ἡλκυμένην ἐκχέαντας, τὸν Ἀβραὰμ δὲ παρακαλοῦντας, καὶ τοὺς μὲν τῆς φύσεως πατέρας ἀποκηρύττοντας, τοὺς δὲ τῆς χάριτος ἀντιλλαζομένους προπάτορας. Ἰουδαίων δὲ τὰς ἐπιβίας νοθεύσας ὁ τρόπος, ἀποκληρονόμους εἰργάσατο· ὧν γὰρ τὴν πίστιν ἠρνήσαντο, τούτων τῆς συγγενείας ἐκδιέληνται. Ἦκουσεν Ἀβραὰμ οὐρανοθεν ἐφερομένης φωνῆς, Εὐλογηθήσονται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς (34). Καὶ τὸν λόγον ἔργον νομίσας, τὴν Χριστοῦ παρουσίαν κατώπτευσε· προλαμβάνων ταῖς ἐλπίσι προεώλεπε. Προεώρα Θεὸν οἰκονομοῦντα, προεώρα Θεὸν ἐκ τῆς αὐτῆς φύσεως, τὸν οἰκονομίας ναὸν οἰκονομοῦντα· προεώλεπεν ἄστρον ἐξ Ἰακὼβ ἀνατέλλον. Ἐπίστευσεν ὡς οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰουδα, καὶ ἠγνόημενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ὁ ἀπόκειται (35). Καὶ αὐτὸς προσδοκία ἔθνων. —Ἐπεθύμησεν (36), φησίν, Ἀβραὰμ ἰδεῖν τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε, καὶ ἠχάρη. Ὦ πίστεως δύναμις! Ἄπερ ἡ φύσις οὐκ ἔμαθε, ταῦτα ἡ πίστις ὑπέγραψεν (37). Οὐκοῦν οὖ τὴν πίστιν οὐκ ἔχουσιν Ἰουδαῖοι, μάτην τὴν κτῆσιν ἐλπίζουσιν. Ἡ δὲ ἐξ ἔθνων Ἐκκλησία μιμησάμενη τὴν πίστιν, παραυθεῖται τοὺς παῖδας· ἀντεσπόλεις κληρονόμος Ἐκκλησία, τοῖς τῆς πίστεως νόμοις θαρρήσασα. Νικήσασα δὲ καὶ τὴν ψῆφον λαβοῦσα χέρας τῆς πίστεως τὸν Σωτῆρα νυμφίον ἐπέλεξα, ἔργοις πιστοῦμένη τοῦ Δεσπότου τὰ ῥήματα· Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ, καὶ Ἰσαὰκ καὶ Ἰακὼβ. Τίς οὖν ἐστὶ τούτων ἀπόδειξις, Δέσποτα; Προλαμβάνεις γὰρ τῷ λόγῳ