Ancient Greek
150.2
Basilius, Sermones Xli 150.2
Unproofread scanNot analysed yet
γ. Ὡς γὰρ εἶδε τὸν Πέτρον, φησὶ, καὶ τὸν Ἰωάννην, μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν, ἠρώτα ἐλεημοσύνην λαβεῖν (50). Ἀτενίσας δὲ Πέτρος σὺν τῷ Ἰωάννῃ, εἶπε, Βλέψον εἰς ἡμᾶς. Καλῶς. Κοινὸν γὰρ ἑκατέρων τὸ τοῦ θαύματος ἔργον· ἐξ ἑκατέρων τῆς ἰάσεως προέρχεται χάρις. Εἰ γὰρ καὶ φθέγγεται μόνος ὁ Πέτρος, ἀλλὰ συνεργὸς ὁ Ἀπόστολος. Βλέψον εἰς ἡμᾶς, ὁδολῶν θηρευτά. Τῷ χωλῷ καθεζομένῳ προστάττει μικρὸν παραμελεῖσθαι τῆς θήρας· Πάυσαι, φησὶ, πρὸς τὸ παρὸν ἐπισχτῶν ὀβολούς. Γενού χάριτος προσάτης, μὴ χρήματος. Εἰ χρήματα ζητεῖς, πενεστέροις αἰτεῖς. Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὁ δὲ ἔχω, τοῦτό σοι δίδωμι. Μὴ ζήτει χρήματα, ὧν οὐχ ἔχω τὴν δύσιν. Αἴτησον πάθους ἀπαλλαγὴν, ἧς ἔχω τὴν χάριν. Σὺ δὲ σύγχρονον (51)