Ancient Greek
153.1
Basilius, Sermones Xli 153.1
Unproofread scanNot analysed yet
μεως χορηγὼν προσκυνήσωμεν Χριστὸν· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. του θανάτου, καὶ ἐπὶ τῶν ἀποστόλων νοήσαντες· Τί ποιήσομεν ; λέγοντες. Θυμιοῦνται θεραπευόμενοι, ἀγανακτοῦσιν εὐεργετούμενοι, ἀπειλοῦσιν ὑγιαζόμενοι, συμφορὰν τὴν ὀρθὴν νομίζουσι, τιμωρίαν τὴν ἴασιν, τὸν σωτηρίαν ἀπώλειαν. Ἐνέλαβεν αὐτοὺς τῶν πραγμάτων τὴν φύσιν ὁ τρόπος. Τί ποιήσομεν ; Ἐρωτᾷ δὲ ποιήσει ; Τίφρον τὸν θάνατον, καὶ τῷ σταυρωθέντι προσκυνήσουσιν· ἀπόλου τὸν τρόπον, καὶ τὸν εὐεργέτην ἐπιγνώσῃ. Ἄλλα τί ποιήσομεν ; δεῖ μὲν γνωστὸν ἐγένετο δι’ αὐτῶν, φανερόν, καὶ οὐ δυνάμεθα ἀρνεῖσθαι. Ἐμφράττει, φησίν, ἡμῶν τὸ στόμα, τῆς ἀγαθοεργίας ἡ περιφάνεια· καὶ λύει τὴν συκοφαντίαν τῆς θεραπείας τὸ μέγεθος· ἐπιστομίζει τὴν ποινὴν ἡ τοῦ θαύματος δύναμις. Εἴθε καὶ ἐν Σαββάτῳ τὸ θαῦμα συνέβη μεν ! Ἐφύχον γὰρ τὸν καιρὸν τῆς συκοφαντίας συνηγοροῦν ἐκρύπτομεν τὸ θαῦμα παρανομίας προοχήματι. Ἄλλα τί ποιήσομεν ; Ἀπειλησόμεθα αὐτοῖς μὴ λαλεῖν ἐν τῷ ὀνόματι τούτῳ. Ὦ ψυχὰς τυφλούσας, καὶ γνώμης ἀπιστίας μέθη βαπτιζομένας ! Ἄλλ’ ἡμεῖς τὴν Ἰουδαίων μοχθηρίαν ἀποστραφέντες, σὺν τῷ θεραπευθέντι τὸν Θεὸν ἀνυμνήσωμεν, καὶ ἀποστόλων μαθηταὶ καταστάντες, τὸν τῆς ἀποστολικῆς δυνά-