Ancient Greek
153.5
Basilius, Sermones Xli 153.5
Unproofread scanNot analysed yet
α’. Οἱ μὲν τῇ πτήσει, καὶ τῇ φύσει τὸν ἀέρα τέμνοντες ὀρνίθες, τοὺς ἐκ τῶν νεοττῶν, ὅρτι μὲν τεχθέντας θάλπουσι, καὶ θερμῶς περιέπουσι, καὶ τῷ νοῖς οἰκείως τὴν τροφὴν ἐκπορίζοντες, ἄπονον τοῖς τέκνοις προσφέρουσι τὴν ἀπόλαυσιν. Ἐπειδὰν δὲ αὐτοὺς τοῖς πτεροῖς κοσμηθέντας ἴδωσι, τὰς καλῶς ἐξεργαζόμενοι πρὸς τὴν πτῆσιν γυμνάζουσι· καὶ αὐτοὶ δὲ συμπαραπηδῶντες κατὰ τὸν ἀέρα, τὴν μελέτην τῆς πτήσεως ἀκίνδυνον τοῖς ἔτι νηπίοις χαρίζονται. Ἔστι δὲ ὅτε καὶ ἀφίστησι μεταξὺ πετωμένων τῆς ἐν τῇ πτήσει δυνάμεως, αὐτοῖς τὴν πείραν λαμβάνοντας. Οὕτως ἄρα που καὶ ὁ Δεσπότης, Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς πολλὰ περὶ πίστεως ἐκπαιδεύσας, νῦν ὡςπερ εὐθύνως αὐτοὺς τῆς διδασκαλίας ἀπακτίσας, μὲν βουλόμενος, φόβον παρ’ ἐλπίδα, ἐπιχειρῶν, καὶ παρασκευάζει τὴν θάλασσαν, στάδιον γενέσθαι τοῖς ἀποστόλοις τῆς πίστεως, καὶ διὰ τοὺς μαθητὰς παραλαβὼν ἐπλεεν εἰς τὸ πέραν. Ποτὲ μὲν γὰρ πλέει, ποτὲ δὲ βαδίζει, ταῖς βουλήσεσι συμμεταφέρων τὴν δύναμιν. Μεσοῦντος δὲ τοῦ σκάφους τὸ πέραν, αὐτὸς μὲν ἐκάθευδε χώραν τῇ πείρᾳ διδούς. Χειμὼν δὲ τις ἐξαίσιος ἀθρόως καταρήγνυται, καὶ πνεύμασι μεν ἀλλεπάλληλοι συστρεφὼν κατὰ τοῦ σκάφους ἐφέροντο· κυμάτων δὲ χορφαὶ πρὸς οὐρανὸν ἔχοντο· καὶ κλύδων αἰρόμενος βαπτίζειν ἠπείλει τὸ σκάφος. Τοιούτου δὲ χειμῶνος αὐτοῖς ἐπιτραπεῖσαντος, ὁ Δεσπότης ἐκάθευδε. Τίς ὁ πόλεμος τοῖς πλέουσιν·