Ancient Greek
162.1
Basilius, Sermones Xli 162.1
Unproofread scanNot analysed yet
Κτίσμα λέγει Θεόν· Ἐπιγνώσεται σου τὴν συγγένειαν ἔχειν. Μέγας Θεός, καὶ μικρὸς παρ’ ἐκείνῳ εὑρίσκεται. Πόλεμον ἐπεισάγει θεότητι, διαφοράν οὐσίας ἐκμηχανώμενος. Ἄκουσον φωνὴν αὐτοῦ, καὶ ἐντραπῆθι· Ἐγὼ καὶ ὁ Πατὴρ ἐν ἐσμεν. Μὴ διελὼς τὸ ἐν· μὴ μετρήσῃς τὸ μέτρον ἀλδότερον· μὴ μερίσῃς· ἀμέριστον ὑπάρχει (87). Ὁ οὐρανὸς ὑμνεῖ, σὺ δὲ μετρεῖς; Τὰ Χερουβὶμ ὑποκύπτει, σὺ δὲ ζῃτοῦσται; Γαβριὴλ τρέμων παρίσταται, σὺ δὲ βλασφημιῶν περιστάσαι; Αἰδεῖσθαι γύναιον εὐαγγελἰζον, βασιλείαν, οὐ δουλείαν τῷ Χριστῷ μαρτυροῦν. Ἰδεπε τὴν τῷ Ζεβεδαίῳ τοὺς παῖδας γεννήσασαν. Προσῆλθε γὰρ αὐτῷ, φησιν, ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου προσκυνούσα, καὶ αἰτοῦσά τι περὶ αὐτοῦ. Ἐπιτρέψαντος δὲ αὐτῇ τοῦ Κυρίου· Εἰπέ, φησιν, Ἰνα οἱ δύο (88) υἱοί μου καθίσωσιν εἰς ἐκ δεξιῶν σου, καὶ εἰς δὲ εὐωνύμων σου, ἐν τῇ βασιλείᾳ σου. Ἡ γυνὴ βασιλείαν κηρύττει, καὶ Ἀρεῖος δουλείαν καταγινώσκει. Εἰπέ, Ἰνα καθίσωσιν. Ὦ μητρὸς φιλοσώρου, καὶ γυναικὸς εὐσεβοῦς! Εὐμεν ἔλην ἡ φύσις, Ἰνα τοῖς τέκνοις χαρίσηται. Ἄλλ’ εἰδόμεν ἐπ’ ἀκρίβειας τὴν λέξιν τῆς γυναικὸς πιστὴν κηρύττουσαν· θαυσώμεθα τὸν εὐαγγελιστὴν ἐγκωμιάστην τοῦ γυναικὸς γιγνόμενον. Τότε, φησιν, προσἤλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου. Βούλει, φησιν, ἰδεῖν τὴν πίστιν τῆς γυναικός; Τῆς ἰκεσίας ζητεῖ τὸν χρόνον. Πότε προσάγει τὴν αἴτησιν; Τίς ἤν ὁ καιρὸς τῆς δεήσεως; Ὁ σταυρὸς ἤν εὐτρεπής, τὸ πάθος ἔτοιμον· στρατὸς Ἰουδαίων παρεσκεύαστο· ὁ Δεσπότης περὶ θανάτου διαλέγεται· C ἀγωνιῶσιν οἱ μαθηταί, φρίττουσι πρὸ τοῦ πάθους τὸν λόγον τοῦ πάθους· ἐκπλήττονται τὴν ἀκοὴν· ταράττονται τὴν ψυχήν· καὶ τότε ἡ μήτηρ εἰστρέχει τὸν τῶν ἀποστόλων διατεμοῦσα χορόν, ζητοῦσα τὴν βασιλείαν, καὶ θρόνον τοῖς τέκνοις αἰτοῦσα. Τί λέγεις, ὦ γυνάι; Σταυρὸν ἀκούεις, καὶ θρόνον αἰτεῖς; Πε ρὶ πάθους ὁ λόγος, καὶ βασιλείαν ποθεῖς; Ἔασον τοὺς μαθητὰς σχολάσαι τῷ φόβῳ, μεριμνήσαι τὸν κλῦδονον. Πόθεν σοι τῆς ἀξίας ἡ ζήτησις; Τί σε τῶν λεγομένων ἢ πραττομένων πρὸς βασιλείας ἐκίνησεν; Πάθους μνήμη; Σταυροῦ προσδοχία τοιαῦτά σε ζηεῖν προερέματο; Ὁρῶ μέν, φησι, τὸ πάθος, προορῶ δὲ καὶ τὴν ἀνάστασιν. Ὁρῶ τὸν σταυρὸν πηγνύμενον, καὶ θεωρῶ τὸν οὐρανὸν ἀνοιγόμενον. Βλέπω τοὺς ἰλούς, ἀλλὰ καὶ τὸν θρόνον φαντάζομαι. Εἶδον πά- D λαι μητέρα Παρθένον, χάριτος ὀδίνας, οὐ φύσεως γέρουσαν, καὶ τόκον οἰκονομίας, οὐ συνηθείας. Εἶδον ἀπέρα τὴν Περσίδα πρὸς τὸν τόκον κινήσαντα.