Ancient Greek
167.1
Basilius, Sermones Xli 167.1
Unproofread scanNot analysed yet
A κατὰ τῶν ὁμοδούλων ἐμαίνετο. Οἱ δὲ τῷ φόβῳ τοὺς οἰάκας βίᾳντες, τῷ Δεσπότῃ προστρέχουσιν· Ἐπιστάτα, σῶσον ἡμᾶς, ἀπολλόμεθα. Ἐφ’ οἷς ὁ Χριστὸς ἀνατιτς συνεχὲς πάλιν τὰς ἡνίας τῆς κτίσεως· καὶ χαλινολ μὲν τὸν τῆς θαλάττης θυμὸν, τοῖς πνεύμασι δὲ τὴν ἡσυχίαν ἐπέταττεν. Οἱ δὲ μαθηταὶ μαρτυροῦντες τῷ θαύματι, τὸν θαυματουργὸν οὐκ ἔγνισαν· ἀλλ’ ὑπ’ ἀγνοίας τῶν λογισμῶν χειμαζόμενοι, καὶ τοῖς θαύμασι ὡς κύμασι τὴν ψυχὴν ταραττόμενοι, καθ’ ἑαυτοὺς ἐβύθιζον (1)· Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς πνεύμασιν ἐπιτάττει, καὶ τῇ θαλάττῃ (2); Τῷ γὰρ φαινομένῳ προσπταίοντες, τὴν κεκρυμμένην ἠγνῶσαν θεότητα. Οὐ γὰρ ἂν ἐξεπλάγησαν, κελεύοντα τῇ κτίσει θεωροῦντες, οὐ δημιουργὸν εἶναι τῆς κτίσεως· ἐπιστάμενοι.