Ancient Greek
173.2
Basilius, Sermones Xli 173.2
Unproofread scanNot analysed yet
B β'. Ἄλλὰ τοιοῦτοι μὲν οὗτοι, λύκοι τὸν τρόπον ταῖς τῶν λύκων τιμωρίαις τηροῦμενοι. Ἡμεῖς δὲ πρὸς τὸν ἡμέτερον ἀποβλέψωμεν ποιμένα Χριστόν. Εἰδῶμεν αὐτοῦ τὴν φιλάνθρωπον τέχνην, τὴν πραότητι νικῶσαν τῶν προβάτων τὴν ἡμερότητα. Χαίρει τοῖς παροῦσι, καὶ ζητεῖ τὸ πλανώμενον. Οὐ παρατείνεται νάπας περιεῖναι καὶ ὕλας· χρημνοὺς περιέρχεται· καὶ τῷ πλανωμένῃ πλάνην μερίζεται (22). Κἂν εὕρῃ κάμνον (23), οὐ μισεῖ διὰ τὸν τρόπον, ἀλλ' οἰκτείρει διὰ τὸ πάθος· καὶ τοὺς ὤμους ὑποβαλὼν, οἷκείῳ μόχθῳ θεραπεύει τοῦ προβάτου τὸν πόνον· καὶ χαίρει κοπώμενος, χαμάτων ἱμα, προβάτων εὕρεσιν λογίζομενος. Τίς γάρ, φησίν, ἔχων (24) ἑκατὸν πρόβατα, καὶ ἀπολὼν ἐν ἐξ αὐτῶν, οὐ καταλείπει τὰ ἐνενήκονταεννέα ἐν τῇ ἐρήμῳ, καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλός, ἕως εὕρῃ αὐτό; Τῶν γὰρ σωζομένων τὴν εὐφροσύνην ἡ ἀπώλεια τοῦ ἑνὸς ἀφαιρεῖ, καὶ ἡ τοῦ ἑνὸς λύπη τὴν περὶ τὰ ὅλα χαρὰν ὑπομένεται. Καὶ διακρύει περιμὺν, κηρύττων τὸν ἀνίατον πόθον.